
ἀλλ’ ἄϊ θρύλησθα Χάραξον ἔλθην νᾶϊ σὺμ πλέαι· τὰ μέν̣, οἴο̣μα̣ι, Ζεῦς οἶδε σύμπαντές τε θέοι· σὲ δ᾽οὐ χρῆ ταῦτα νόεισθαι, ἀλλὰ καὶ πέμπην ἔμε καὶ κέλ⟦η⟧εσθαι πόλλα λίσσεσθαι̣ βασί̣λ̣η̣αν Ἤρ̣αν ἐξίκεσθαι τυίδε σάαν ἄγοντα νᾶα Χάραξον, κἄμμ’ ἐπεύρην ἀρτέ̣ μ̣ εας· τὰ δ’ ἄλλα πάντα δαιμόνεσσι̣ν ἐπι̣τ̣ρόπωμεν· εὐδίαι̣ γὰ̣ρ̣ ἐκ…
Saffo — Laboratori Poesia